Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.200.2 | Hdt. 4.201.3 (English) | >>Hdt. 4.202.2 |
4.201.1 χρόνον δὲ δὴ πολλὸν τριβομένων καὶ πιπτόντων ἀμφοτέρων πολλῶν καὶ οὐκ ἧσσον τῶν Περσέων , Ἄμασις ὁ στρατηγὸς τοῦ πεζοῦ μηχανᾶται τοιάδε . μαθὼν τοὺς Βαρκαίους ὡς κατὰ μὲν τὸ ἰσχυρὸν οὐκ αἱρετοὶ εἶεν , δόλῳ δὲ αἱρετοί , ποιέει τοιάδε · νυκτὸς τάφρην ὀρύξας εὐρέαν ἐπέτεινε ξύλα ἀσθενέα ὑπὲρ αὐτῆς , κατύπερθε δὲ ἐπιπολῆς τῶν ξύλων χοῦν γῆς ἐπεφόρησε ποιέων τῇ ἄλλῃ γῇ ἰσόπεδον .
4.201.2 ἅμα ἡμέρῃ δὲ ἐς λόγους προεκαλέετο τοὺς Βαρκαίους · οἱ δὲ ἀσπαστῶς ὑπήκουσαν , ἐς ὅ σφι ἕαδε ὁμολογίῃ χρήσασθαι . τὴν δὲ ὁμολογίην ἐποιεῦντο τοιήνδε τινά , ἐπὶ τῆς κρυπτῆς τάφρου τάμνοντες ὅρκια , ἔστʼ ἂν ἡ γῆ αὕτη οὕτω ἔχῃ , μένειν τὸ ὅρκιον κατὰ χώρην , καὶ Βαρκαίους τε ὑποτελέειν φάναι ἀξίην βασιλέι καὶ Πέρσας μηδὲν ἄλλο νεοχμοῦν κατὰ Βαρκαίους .
4.201.3 μετὰ δὲ τὸ ὅρκιον Βαρκαῖοι μὲν πιστεύσαντες τούτοισι αὐτοί τε ἐξήισαν ἐκ τοῦ ἄστεος καὶ τῶν πολεμίων ἔων παριέναι ἐς τὸ τεῖχος τὸν βουλόμενον , τὰς πάσας πύλας ἀνοίξαντες . οἱ δὲ Πέρσαι καταρρήξαντες τὴν κρυπτὴν γέφυραν ἔθεον ἔσω ἐς τὸ τεῖχος . κατέρρηξαν δὲ τοῦδε εἵνεκα τὴν ἐποίησαν γέφυραν , ἵνα ἐμπεδορκέοιεν , ταμόντες τοῖσι Βαρκαίοισι χρόνον μένειν αἰεὶ τὸ ὅρκιον ὅσον ἂν ἡ γῆ μένῃ κατὰ τότε εἶχε · καταρρήξασι δὲ οὐκέτι ἔμενε τὸ ὅρκιον κατὰ χώρην .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.200.2 | Hdt. 4.201.3 (English) | >>Hdt. 4.202.2 |